Όταν έγινε 15 χρονών, πιάστηκε από ειδωλολάτρες, διότι χωρίς φόβο, δημόσια, ομολογούσε το Χριστό. Τότε τον χτύπησαν αλύπητα. Κρέμασαν στο λαιμό του μολυβένιο βαρίδιο και τον έριξαν στη θάλασσα. Όμως με τη δύναμη του Θεού σώθηκε. Έπειτα τον ξανασυνέλαβαν και τον έριξαν σε αναμμένο καμίνι και μετά τροφή στα θηρία. Αλλά επειδή και απ' αυτά σώθηκε θαυματουργικά, διαπέρασαν την κοιλιά του με τρίαινα. Και έτσι μαρτυρικά και ένδοξα αναχώρησε απ' αυτή τη ζωή. Μας θυμίζει δε τα λόγια του Κυρίου, που είπε: «ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτος ἐστὶν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» (Ματθαίου, ιη' 4). Όποιος, δηλαδή, ταπεινώσει τον εαυτό του σαν το παιδάκι αυτό, αυτός είναι ο μεγαλύτερος στη βασιλεία των ουρανών.
Λειτουργικά κείμενα
Ἀπολυτίκιον
Ήχος γ'. Θείας πίστεως.
Θείον βλάστημα, Μαρτύρων πέλων, ηκολούθησας, ασχέτω πόθω, τοις ενθέοις αληθώς τούτων ίχνεσι και του Σωτήρος κηρύξας το όνομα, εθαυμαστώθης σοφέ δι' αθλήσεως. Μάμα ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος α’.
Τῆς Παφλαγόνου τὸ κλέος, καὶ Γαγγραίων τὸ στήριγμα, φύλαξ καὶ φρουρὸς τῶν Κυπρίων, ἀνεδείχθης, Μαμὰ ἔνδοξε. Τὴν Θάλασσαν διῆλθες ὥσπερ ζῶν, καὶ ταύτης τρικυμίας χαλινῶν, θαυμασίως λάρνακά σου, Μόρφου τὴ πάλει, Μάρτυς κατεστήριξας- διὸ ἐν τὴ μνήμη σου, σοφέ, εὐῶδες μύρον βρύει ἐξ αὐτῆς. Δόξα Θεῶ τῷ ἐνεργούντι, διὰ σοῦ πάσιν ἰάματα.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Έτερον Ἀπολυτίκιον
Παφλαγονίας ὁ κλάδος καὶ μαρτύρων ἀγλάϊσμα, πόλεως Μόρφου τὸ κλέος καὶ Κυπρίων τὸ καύχημα, Λεόντων χάσματα ἔφραξας, Μάμα σοφέ, καὶ μαρτυρίου τὸν στέφανον κομισάμενος. Δόξα τῷ σὲ δοξάσαντι καὶ θαυμαστῶς ἐνισχύσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐν τῇ ράβδῳ Ἅγιε, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ, τὸν λαόν σου ποίμανον, ἐπὶ νομὰς ζωηφόρους· θήρας δέ, τοὺς ἀοράτους καὶ ἀνημέρους, σύντριψον, ὑπὸ τοὺς πόδας τῶν σὲ ὑμνούντων, ὅτι πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμόν σε κεκτήμεθα.
Ὁ Οἶκος
Τὸν ἐν πάσῃ τῇ γῇ περιβόητον Μάρτυρα, καὶ ἐν τοῖς οὐρανοῖς σὺν Ἀγγέλοις χορεύοντα, ὑμνήσωμεν Μάμαντα, τὸν πρὶν τὰς ἐλάφους ἐν ταῖς ἐρήμοις καινῶς ἀμέλγοντα, καὶ νῦν περιούσιον λαὸν Κυρίου, ῥάβδῳ δυνάμεως, ὡς ποιμένα καλῶς περιέποντα, καὶ ὁδηγοῦντα εἰς τόπον χλόης, ἔνθα ὑπάρχει ἀληθῶς τοῦ Παραδείσου ἡ τρυφή. Ὅθεν πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμὸν σε κεκτήμεθα.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας ὑπάρχων γόνος σεπτός, ἀσεβείας ἐδείχθης ἐκμειωτής, ὦ Μάμα πανεύφημε, τῇ δυνάμει τοῦ Πνεύματος· ἐν γὰρ σταδίῳ πλάνην, εἰδώλων διήλεγξας, καὶ εὐθαρσῶς Τριάδα, ὑμνεῖσθαι ἐκήρυξας· ὅθεν καὶ θηρίοις, ἐκδοθεὶς ἀθλοφόρε, τὸν θῆρα ἐνέκρωσας, καὶ ἀρχέκακον δράκοντα· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.